Ancient Greek · ~2 min
Section 95
Philo Judaeus, De congressu eruditionis gratia 95
Not analysed yet
ἀλλὰ γὰρ οὐκ ἀπὸ ζῴων μόνον ἀπάρχεσθαι δεκάτας, ἀλλὰ καὶ ἀπὸ τῶν ὅσα ἐκ γῆς βλαστάνει διείρηται. „πᾶσα” γάρ φησι „δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος καὶ τοῦ καρποῦ τοῦ ξυλίνου ἐστὶν ἅγιον τῷ κυρίῳ· καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων, καὶ πᾶν ὃ ἂν διέλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ“ (Lev. 27,30. 32).