Ancient Greek · ~2 min
Section 96
Philo Judaeus, De congressu eruditionis gratia 96
Not analysed yet
ὁρᾷς ὅτι καὶ ἀπὸ τοῦ περὶ ἡμᾶς ὄγκου σωματικοῦ, ὃς γεώδης καὶ ξύλινος ὄντως ἐστίν, οἴεται δεῖν ἀπάρχεσθαι; ἡ γὰρ ζωὴ καὶ διαμονὴ καὶ αὔξησις καὶ ὑγίεια αὐτῷ θείᾳ γίνεται χάριτι. ὁρᾷς δ’ ὅτι καὶ ἀπὸ τῶν ἐν ἡμῖν αὐτοῖς ζῴων ἀλόγων —ταῦτα δ’ εἰσὶν αἰσθήσεις —πάλιν ἀπάρχεσθαι διείρηται; τὸ γὰρ ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ γεύεσθαι, ἔτι δὲ ἅπτεσθαι δωρεαὶ θεῖαι, ὑπὲρ ὧν εὐχαριστητέον.