Ancient Greek · ~1 min
Section 10
Philo Judaeus, De ebrietate 10
Not analysed yet
μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς ὁ ἀφροσύνης ἑταῖρος ἐκτετόξευται· ἐπειδὰν δὲ μεταναστῇ, γεγηθὼς κάτεισιν ἐκεῖνος, τῆς πολεμίου καὶ δυσμενοῦς δι’ ἣν ἠλαύνετο καὶ ἐφυγαδεύετο μηκέτι τὸν αὐτὸν χῶρον οἰκούσης.