Ancient Greek · ~1 min
Section 11
Philo Judaeus, De ebrietate 11
Not analysed yet
Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον.