Ancient Greek
Section 32
Philo Judaeus, De ebrietate 32
Not analysed yet
τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν; ἀλλ’ οὐδὲ μετρίαν ἀπειλὴν ἢ ἐλαφροτάτην κατάμεμψιν. οὐδὲ γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐδ’ ὁ κόσμος, ἀλλ’ οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαι τε καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;