Ancient Greek
Section 33
Philo Judaeus, De ebrietate 33
Not analysed yet
τοὺς μὲν δὴ τοῦ παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην καὶ ἐγκύκλιον χορείαν τε καὶ παιδείαν· οἷς καλὸν καὶ συμφέρον ὡς ἂν ἔκγονον τοκεῦσι πείθεσθαι.