Ancient Greek · ~2 min
Section 35
Philo Judaeus, De ebrietate 35
Not analysed yet
τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, ἡ μὲν ἀμφοτέροις καταπειθής, ἡ δ’ οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ προτέρᾳ, τῶν δ’ ἄλλων ἡμιτελὴς ἑκατέρα· ἡ μὲν γὰρ αὐτῶν φιλοπάτωρ σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς ἀλογεῖ, ἡ δ’ ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ, τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. ἡ μὲν οὖν πρώτη τὰ κατὰ πάντων ἆθλα οἴσεται νικητήρια, ἡ δ’ ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν ἀναδέξεται, τῶν δ’ ἄλλων ἑκατέρα, ἡ μὲν δευτερείων, ἡ δὲ τρίτων ἄθλων μεταποιήσεται, δευτερείων μὲν ἡ πειθαρχοῦσα πατρί, τρίτων δ’ ἡ τῇ μητρί.