Ancient Greek · ~1 min
Section 34
Philo Judaeus, De ebrietate 34
Not analysed yet
τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου, παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν, ἃ κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας ἀσπασάμενοι.