Ancient Greek · ~3 min
Section 94
Philo Judaeus, De ebrietate 94
Not analysed yet
διὰ γὰρ τῆς δείξεως τῆς „οὗτος“ ἐμφαίνουσιν ὅτι καὶ ἑτέρους ἐγέννησαν, τοὺς μὲν τῷ ἑτέρῳ, τοὺς δ’ ἀμφοτέροις καταπειθεῖς, λογισμοὺς εὐφυεῖς, ὧν παράδειγμα Ῥουβήν· φιληκόους καὶ φιλομαθεῖς ἑτέρους, ὧν ἐστι Συμεών, ἀκοὴ γὰρ οὗτος ἑρμηνεύεται· πρόσφυγας καὶ ἱκέτας θεοῦ, Λευιτῶν ὁ θίασος οὗτος· τὸν εὐχαριστητικὸν ὕμνον ᾄδοντας οὐ γεγωνῷ φωνῇ μᾶλλον ἢ διανοίᾳ, ὧν ἔξαρχος Ἰούδας· διὰ τὴν μετὰ πόνων ἀρετῆς κτῆσιν ἑκούσιον μισθῶν καὶ δωρεῶν ἀξιωθέντας, ὥσπερ Ἰσσάχαρ· μετανάστας ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογικῆς θεωρίας γεγονότας εἰς τὴν περὶ τοῦ ἀγενήτου σκέψιν, ὡς Ἀβραάμ· αὐτήκοον καὶ αὐτομαθῆ κτησαμένους ἀρετήν, ὥσπερ Ἰσαάκ· λήματος καὶ ἰσχύος πλήρεις καὶ φίλους τῷ θεῷ, καθάπερ Μωυσῆν τὸν τελειότατον.