Ancient Greek · ~4 min
Section 95
Philo Judaeus, De ebrietate 95
Not analysed yet
εἰκότως οὖν τὸν ἀπειθῆ καὶ ἐρεθιστὴν καὶ συμβολὰς εἰσφέροντα, τουτέστι συμβάλλοντα καὶ συνάπτοντα ἁμαρτήματα ἁμαρτήμασι, μεγάλα μικροῖς, νέα παλαιοῖς, ἑκούσια ἀκουσίοις, καὶ ὥσπερ ὑπ’ οἴνου φλεγόμενον ἄληκτον καὶ ἀνεπίσχετον μέθην τοῦ βίου παντὸς καταμεθύοντα καὶ παροινοῦντα διὰ τὸ τοῦ τῆς ἀφροσύνης πόματος ἀκράτου καὶ πολλοῦ σπάσαι καταλεύειν ὁ ἱερὸς λόγος δικαιοῖ, ὅτι καὶ τὰς ὀρθοῦ λόγου προστάξεις τοῦ πατρὸς καὶ τὰς παιδείας τῆς μητρὸς νομίμους ὑφηγήσεις ἀνεῖλε καὶ παράδειγμα ἔχων τὸ καλοκἀγαθίας, τοὺς τοῖς γονεῦσιν εὐδοκίμους ἀδελφούς, τὴν τούτων ἀρετὴν οὐκ ἐμιμήσατο, τοὐναντίον δὲ καὶ προσεπιβαίνειν ἠξίωσεν, ὡς θεοπλαστεῖν μὲν τὸ σῶμα, θεοπλαστεῖν δὲ τὸν παρ’ Αἰγυπτίοις μάλιστα τιμώμενον τῦφον, οὗ σύμβολον ἡ τοῦ χρυσοῦ ταύρου κατασκευή, περὶ ὃν χοροὺς ἱστάντες οἱ φρενοβλαβεῖς ᾄδουσι καὶ ἐξάρχουσιν, οὐ παροίνιον καὶ κωμαστικὸν οἷα ἐν ἑορταῖς καὶ θαλίαις ἥδιστον μέλος, ἀλλὰ τὸν ὡς ἐπὶ τεθνεῶσιν ἀληθῆ θρῆνον αὑτοῖς, ὥσπερ ἔξοινοι καὶ τῆς ψυχῆς τὸν τόνον ὑπεκλύσαντές τε καὶ φθείραντες·