Ancient Greek · ~1 min
Section 100
Philo Judaeus, De fuga et inventione 100
Not analysed yet
αἵδ’ εἰσὶν αἱ ἓξ πόλεις, ἃς καλεῖ φυγαδευτήρια (Num. 35, 12), ὧν αἱ μὲν πέντε ἀπεικονίσθησαν καὶ ἔστιν αὐτῶν ἐν τοῖς ἁγίοις τὰ μιμήματα, προστάξεως μὲν καὶ ἀπαγορεύσεως οἱ ἐν τῇ κιβωτῷ νόμοι, τῆς δ’ ἵλεω δυνάμεως τὸ ἐπίθημα τῆς κιβωτοῦ —καλεῖ δὲ αὐτὸ ἱλαστήριον —,ποιητικῆς δὲ καὶ βασιλικῆς τὰ ὑπόπτερα καὶ ἐφιδρυμένα Χερουβίμ·