Ancient Greek
Section 99
Philo Judaeus, De fuga et inventione 99
Not analysed yet
ὅ τε γὰρ προλαβών, ὡς οὐκ ἀπαραίτητον ἀλλ’ εὐμενὲς δι’ ἡμερότητα φύσεώς ἐστι τὸ θεῖον, κἂν ἁμάρτῃ πρότερον, αὖθις μετενόησεν ἀμνηστίας ἐλπίδι, ὅ τε ἔννοιαν λαβών, ὅτι νομοθέτης ὁ θεός ἐστιν, πειθαρχῶν οἷς ἂν προστάττῃ πᾶσιν εὐδαιμονήσει· ὁ δ’ ὕστατος ὑστάτην εὑρήσεται καταφυγήν, ἀποτροπὴν κακῶν, εἰ καὶ μὴ μετουσίαν προηγουμένων ἀγαθῶν.