Ancient Greek
Section 15
Philo Judaeus, De fuga et inventione 15
Not analysed yet
παρὸ καὶ φωνὴν αἱ ἀσκητικαὶ δυνάμεις ἀφεῖσαι κεκράγασι τὰς αἰτίας τοῦ μίσους παραδιηγούμεναι· „μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. πᾶς ὁ πλοῦτος καὶ ἡ δόξα, ἣν ἀφείλετο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν“ (Gen. 31,14—16).