Ancient Greek · ~1 min
Section 16
Philo Judaeus, De fuga et inventione 16
Not analysed yet
ἐλεύθεραι γὰρ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἐνθυμήμασιν οὐδένα τῶν ἀφρόνων νομίζουσι πλούσιον ἢ ἔνδοξον εἶναι, πάντας δ’, ὡς ἔπος εἰπεῖν, ἀδόξους καὶ πένητας, κἂν βασιλέων πολυχρύσων τύχας ὑπερβάλλωσιν. οὐ γάρ φασι τὸν πλοῦτον τοῦ πατρός, ἀλλὰ τὸν ἀφαιρεθέντα πλοῦτον, οὐδὲ τὴν ἐκείνου δόξαν, ἀλλὰ τὴν ἀφαιρεθεῖσαν αὐτοῦ δόξαν σχήσειν.