Ancient Greek · ~1 min
Section 185
Philo Judaeus, De fuga et inventione 185
Not analysed yet
Μωυσῆς δ’ οὐκ ἐν ὀλίγοις ὑμνεῖ τὸν ἀριθμόν, δώδεκα φυλὰς τοῦ ἔθνους ἀναγράφων, ἄρτους δώδεκα τῆς προθέσεως νομοθετῶν, λίθους, ἐν οἷς αἱ γλυφαί, δώδεκα τῇ ἱερᾷ ἐσθῆτι τοῦ ποδήρους ἐνδύματος ἐπὶ τῷ λογίῳ συνυφαίνειν κελεύων (Exod. 28, 17 sqq.) .