Ancient Greek · ~2 min
Section 186
Philo Judaeus, De fuga et inventione 186
Not analysed yet
ὑμνεῖ μέντοι καὶ τὴν δεκάδι πολυπλασιαζομένην ἑβδομάδα, νυνὶ μὲν ἑβδομήκοντα φοίνικας παρὰ ταῖς πηγαῖς εἶναι λέγων, ἐν ἑτέροις δὲ πρεσβυτέρους μόνους ἑβδομήκοντα, οἷς τὸ θεῖον ἐπενεμήθη καὶ προφητικὸν πνεῦμα (Num. 11,16), καὶ πάλιν ἱερεῖα μόσχων ἑβδομήκοντα ἐν διαιρέσεσι καὶ τάξεσιν ἐναρμονίοις ἑορτῇ τῶν σκηνῶν προσαγομένων· βουθυτοῦνται γὰρ οὐκ ἀθρόοι, ἀλλ’ ἐν ἡμέραις ἑπτά, τῆς ἀρχῆς ἀπὸ τρισκαίδεκα ταύρων γενομένης (Num. 29, 13 sqq.) · οὕτως γὰρ κατὰ τὴν ἑνὸς ὑφαίρεσιν ἀεὶ μέχρι τῆς ἑβδόμης ἔμελλεν ὁ τῶν ἑβδομήκοντα συντεθεὶς ἀριθμὸς ἐκπληροῦσθαι.