Ancient Greek · ~1 min
Section 2
Philo Judaeus, De fuga et inventione 2
Not analysed yet
εἰρηκότες ἐν τῷ προτέρῳ τὰ πρέποντα περὶ τῶν προπαιδευμάτων καὶ περὶ κακώσεως, ἑξῆς τὸν περὶ φυγάδων ἀναγράψομεν τόπον. μέμνηται γὰρ πολλαχοῦ τῶν ἀποδιδρασκόντων, καθάπερ καὶ νῦν φάσκων ἐπὶ τῆς Ἄγαρ, ὅτι κακωθεῖσα „ἀπέδρα ἀπὸ προσώπου τῆς κυρίας“.