Ancient Greek
Section 3
Philo Judaeus, De fuga et inventione 3
Not analysed yet
αἰτίας οὖν ἔγωγε τρεῖς εἶναι νομίζω φυγῆς, μῖσος, φόβον, αἰδῶ. μίσει μὲν οὖν καὶ γυναῖκες ἄνδρας καὶ ἄνδρες γυναῖκας ἀπολείπουσι, φόβῳ δὲ τοὺς γονεῖς παῖδες καὶ δεσπότας οἰκέται, αἰδοῖ δὲ τοὺς ἑταίρους, ὁπότε μὴ καθ’ ἡδονήν τι πράξειαν αὐτοῖς, οἱ φίλοι· ἤδη δὲ καὶ πατέρας οἶδα διὰ τὸ ἁβροδίαιτον αὐστηρὸν καὶ φιλόσοφον βίον παίδων ἐκτραπομένους καὶ δι’ αἰδῶ τὸν ἀγρὸν πρὸ τῆς πόλεως οἰκεῖν ἑλομένους.