Ancient Greek · ~1 min
Section 20
Philo Judaeus, De fuga et inventione 20
Not analysed yet
προσηκόντως οὖν ἀποδράσεται τὸν τῶν θείων ἀγαθῶν ἀμέτοχον, ὃς καὶ ἐν οἷς ἕτερον αἰτιᾶται διαβάλλων ἑαυτὸν λέληθεν, ἐπειδὰν φῇ· „εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (Gen. 31,27). αὐτὸ γὰρ τοῦτο φυγῆς ἦν ἄξιον, εἰ μυρίων δεσποτῶν δοῦλος ὤν, ἐπιμορφάζων ἀρχὴν καὶ ἡγεμονίαν, ἐλευθερίαν ἄλλοις ἐκήρυττες.