Ancient Greek · ~1 min
Section 21
Philo Judaeus, De fuga et inventione 21
Not analysed yet
ἐγὼ δέ, φησί, τῆς ἐπ’ ἀρετὴν ἀγούσης ὁδοῦ συνεργὸν ἄνθρωπον οὐκ ἔλαβον, ἀλλ’ ὑπήκουσα χρησμῶν θείων κελευόντων ἐνθένδε ἀπαίρειν, οἳ καὶ μέχρι νῦν με ποδηγετοῦσι. πῶς δ’ ἄν με ἐξαπέστειλας;