Ancient Greek · ~1 min
Section 203
Philo Judaeus, De fuga et inventione 203
Not analysed yet
ἔστι δὲ καὶ λεωφόρος πᾶσα ἡ κατὰ παιδείαν ὁδὸς ἐχυρωτάτη καὶ εὐερκεστάτη. διό φησιν "ἐν τῇ ὁδῷ Σοὺρ“ αὐτὴν εὑρεθῆναι (ibid.) ,τεῖχος δὲ ἢ εὐθυσμὸς ἑρμηνεύεται Σούρ. ἐνλαλῶν οὖν ὁ ἔλεγχος τῇ ψυχῇ φησιν αὐτῇ· „πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ“ (ibid. 8). τοῦτο δ’ οὐκ ἐνδοιάζων καὶ οὐ πυνθανόμενος μᾶλλον ἢ δυσωπῶν καὶ ὀνειδίζων προφέρεται·