Ancient Greek · ~2 min
Section 204
Philo Judaeus, De fuga et inventione 204
Not analysed yet
θέμις γὰρ οὐδὲν ἀγνοεῖν τῶν καθ’ ἡμᾶς ἀγγέλῳ. σημεῖον δέ· καὶ τὰ κατὰ γαστρός, ἅπερ ἄδηλα γενέσει, σαφῶς οἶδεν ἐν οἷς φησιν· "ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ παιδίον, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ“ (ibid. 11). τὸ γὰρ γνῶναι, ὅτι τὸ κυοφορούμενον ἄρρεν ἐστίν, οὐκ ἀνθρωπίνης δυνάμεως, ἀλλ’ οὐδὲ τὸ τὴν προαίρεσιν ᾗ χρήσεται τοῦ βίου ὁ μήπω γεγενημένος, ὅτι ἀγροῖκος, ἀλλ’ οὐ πολιτικὴ καὶ ἥμερος.