Ancient Greek · ~1 min
Section 208
Philo Judaeus, De fuga et inventione 208
Not analysed yet
οὕτως γὰρ πραϋτόκοις ὠδῖσιν ἄρρενα γενεὰν ἀποκυήσεις, ὄνομα Ἰσμαήλ (ibid. 11), ἀκοαῖς θείαις σωφρονισθεῖσα· ἑρμηνεύεται γὰρ Ἰσμαὴλ ἀκοὴ θεοῦ. ἀκοὴ δ’ ὁράσεως τὰ δευτερεῖα φέρεται, ὅρασιν δὲ ὁ γνήσιος υἱὸς καὶ πρωτόγονος Ἰσραὴλ κεκλήρωται· μεταληφθεὶς γάρ ἐστιν ὁρῶν θεόν. ἀκούειν μὲν γὰρ καὶ ψευδῶν ὡς ἀληθῶν ἔνεστιν, ὅτι ἀπατηλὸν ἀκοή, ἀψευδὲς δ’ ὅρασις, ᾗ τὰ ὄντα ὄντως κατανοεῖται.