Ancient Greek · ~2 min
Section 209
Philo Judaeus, De fuga et inventione 209
Not analysed yet
τὸν δὲ γεννηθέντα τρόπον χαρακτηρίζει διά τε τοῦ λέγειν ἀγροῖκον ἔσεσθαι, ὡς ἂν ἀγροικόσοφον, μήπω τῆς τιθασοῦ καὶ πολιτικῆς ὄντως μοίρας ἠξιωμένον —αὕτη δέ ἐστιν ἀρετή, δι’ ἧς πέφυκεν ἡμεροῦσθαι τὸ ἦθος —,καὶ διὰ τοῦ φάσκειν· „αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν“ (ibid. 12)· σοφιστοῦ γὰρ βούλημα τοῦτο τὸ λίαν σκεπτικὸν ἐπιμορφάζοντος καὶ λόγοις χαίροντος ἐριστικοῖς.