Ancient Greek · ~2 min
Section 22
Philo Judaeus, De fuga et inventione 22
Not analysed yet
ἤ, ὡς σεμνολογούμενος διεξῄεις, μετ’ εὐφροσύνης τῆς ἐμοὶ λυπηρᾶς καὶ μουσικῶν ἀμούσων καὶ τυμπάνων καὶ κτύπων ἀνάρθρων καὶ ἀλόγων πληγὰς ἐμφορούντων ψυχῇ δι’ ὤτων καὶ μετὰ κιθάρας (ibid.) ,ἀλύρων καὶ ἀναρμόστων οὐκ ὀργάνων μᾶλλον ἢ τῶν κατὰ τὸν βίον πράξεων; ἀλλὰ γὰρ ταῦτ’ ἐστὶν ὧν ἕνεκα φυγὴν ἐβούλευσα, σὺ δ’, ὡς ἔοικεν, ἀντισπάσματά μου τῆς φυγῆς ἐπενόεις, ἵνα παλινδρομήσω διὰ τὸ ἀπατηλὸν καὶ εὐπαράγωγον φύσει τῶν αἰσθήσεων, αἷς μόλις ἴσχυσα ἐπιβῆναι.