Ancient Greek · ~1 min
Section 49
Philo Judaeus, De fuga et inventione 49
Not analysed yet
πάλιν καὶ οὗτος οὐ Σύρον εἶπε τὸν Λάβαν, ἀλλὰ Ῥεβέκκας ἀδελφόν, μέλλοντα κατ’ ἐπιγαμίαν τῷ ἀσκητῇ κῆδος συνάπτειν. „ἀπόδραθι οὖν εἰς τὴν Μεσοποταμίαν,“ τουτέστιν εἰς μέσον τὸν χειμάρρουν ποταμὸν τοῦ βίου, καὶ μὴ ἐπικλυσθεὶς ἐγκαταποθῇς, στηριχθεὶς δὲ βιαιοτάτην ἄνωθεν καὶ ἑκατέρωθεν καὶ πανταχόθεν ἐπικυματίζουσαν φορὰν τῶν πραγμάτων σθεναρῶς ἀπώθει.