Ancient Greek · ~1 min
Section 50
Philo Judaeus, De fuga et inventione 50
Not analysed yet
τὸν γὰρ σοφίας οἶκον εὔδιον καὶ γαληνὸν λιμένα εὑρήσεις, ὃς ἐνορμιζόμενόν σε ῥᾳδίως ὑποδέξεται· σοφίας δὲ ὄνομα Βαθουὴλ ἐν χρησμοῖς ᾄδεται, τοῦτο δὲ μεταληφθὲν θυγάτηρ θεοῦ προσαγορεύεται, καὶ γνησία γε θυγάτηρ καὶ ἀειπάρθενος, ἀψαύστου καὶ ἀμιάντου φύσεως ἐπιλαχοῦσα διά τε τὴν ἑαυτῆς κοσμιότητα καὶ διὰ τὸ ἀξίωμα τοῦ γεννήσαντος.