Ancient Greek · ~1 min
Section 52
Philo Judaeus, De fuga et inventione 52
Not analysed yet
λέγωμεν οὖν μηδὲν τῆς ἐν τοῖς ὀνόμασι διαφορᾶς φροντίσαντες τὴν θυγατέρα τοῦ θεοῦ σοφίαν ἄρρενά τε καὶ πατέρα εἶναι, σπείροντα καὶ γεννῶντα ἐν ψυχαῖς μάθησιν, παιδείαν, ἐπιστήμην, φρόνησιν, καλὰς καὶ ἐπαινετὰς πράξεις. ἐνθένδε ὁ ἀσκητὴς Ἰακὼβ μνᾶται γάμον ἑαυτῷ· πόθεν γὰρ ἄλλοθεν ἢ ἐκ τοῦ σοφίας οἴκου κοινωνὸν εὑρήσει γνώμην ἀνεπίληπτον, ᾗ πάντα συνδιατρίψει τὸν αἰῶνα;