Ancient Greek · ~2 min
Section 53
Philo Judaeus, De fuga et inventione 53
Not analysed yet
Λελάληκε δ’ ἀκριβέστερον περὶ φυγῆς, ἡνίκα τὸν ἐπὶ τοῖς ἀνδροφόνοις ἐτίθει νόμον, ἐν ᾧ πάντ’ ἐπεξῆλθε τὰ εἴδη, τὸ ἑκουσίου φόνου, τὸ ἀκουσίου, τὸ ἐπιθέσεως, τὸ βουλεύσεως. λέγε τὸν νόμον· „ἐὰν πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· ὁ δὲ οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ὁ φονεύσας. ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι“ (Exod. 21,12—14).