Ancient Greek
Section 58
Philo Judaeus, De fuga et inventione 58
Not analysed yet
ἑτέρῳ δ’ ἐπιστοῦτο τοιῷδε χρησμῷ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν“ (Deut. 30,15.) —οὐκοῦν, ὦ πάνσοφε, τὸ μὲν ἀγαθὸν καὶ ἡ ἀρετή ἐστιν ἡ ζωή, τὸ δὲ κακὸν καὶ ἡ κακία ὁ θάνατος —· καὶ ἐν ἑτέροις· „αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν, ἀγαπᾶν κύριον τὸν θεόν σου. “(Deut. 30,20). ὅρος ἀθανάτου βίου κάλλιστος οὗτος, ἔρωτι καὶ φιλίᾳ θεοῦ ἀσάρκῳ καὶ ἀσωμάτῳ κατεσχῆσθαι.