Ancient Greek · ~2 min
Section 59
Philo Judaeus, De fuga et inventione 59
Not analysed yet
οὕτως οἱ μὲν ἱερεῖς Ναδὰβ καὶ Ἀβιούδ, ἵνα ζήσωσιν, ἀποθνῄσκουσιν θνητῆς ζωῆς ἄφθαρτον ἀντικαταλλαττόμενοι βίον καὶ ἀπὸ τοῦ γενομένου πρὸς τὸ ἀγένητον μετανιστάμενοι· ἐφ’ ὧν τὰ σύμβολα τῆς ἀφθαρσίας ᾄδεται, ὅτι ἐτελεύτησαν ἐνώπιον κυρίου (Lev. 10,2), τουτέστιν ἔζησαν· νεκρὸν γὰρ οὐ θέμις εἰς ὄψιν ἐλθεῖν τοῦ θεοῦ. καὶ πάλιν τοῦτό ἐστιν ὃ εἶπε κύριος· „ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι“ (Lev. 10,3), „νεκροὶ δ’,“ ὡς καὶ ἐν ὕμνοις λέγεται, „οὐκ αἰνέσουσι κύριον“ (Psalm 113,25)·