Ancient Greek · ~1 min
Section 71
Philo Judaeus, De fuga et inventione 71
Not analysed yet
ἀγαθῶν ἑαυτῷ μόνῳ. διὸ καὶ λεχθέντος πρότερον „ποιήσωμεν ἄνθρωπον“ ὡς ἂν ἐπὶ πλήθους, ἐπιφέρεται τὸ ὡς ἂν ἐφ’ ἑνός· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον“ (Gen. 1,27). τοῦ μὲν γὰρ πρὸς ἀλήθειαν ἀνθρώπου, ὃς δὴ νοῦς ἐστι καθαρώτατος, εἷς ὁ μόνος θεὸς δημιουργός, τοῦ δὲ λεγομένου καὶ κεκραμένου μετ’ αἰσθήσεως τὸ πλῆθος.