Ancient Greek · ~1 min
Section 72
Philo Judaeus, De fuga et inventione 72
Not analysed yet
οὗ χάριν ὁ μὲν κατ’ ἐξοχὴν ἄνθρωπος σὺν τῷ ἄρθρῳ μεμήνυται —λέγεται γάρ· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον,“ τὸν ἀειδῆ καὶ ἄκρατον ἐκεῖνον λογισμόν —,ὁ δὲ ἄνευ τῆς τοῦδε προσθήκης· τὸ γὰρ· „ποιήσωμεν ἄνθρωπον“ ἐμφαίνει τὸν ἐξ ἀλόγου καὶ λογικῆς συνυφανθέντα φύσεως.