Ancient Greek
Section 73
Philo Judaeus, De fuga et inventione 73
Not analysed yet
ἑπόμενος τούτοις τό τε εὐλογεῖν τοὺς ἀγαθοὺς καὶ τὸ καταρᾶσθαι τοῖς ὑπαιτίοις ἀνέθηκεν οὐχὶ τοῖς αὐτοῖς, καίτοι γε ἀμφοτέρων ἐχόντων ἔπαινον, ἀλλ’ ἐπειδὴ τὸ μὲν εὐλογεῖν τοὺς ἀξίους ἡγεμονίαν ἔχει τὴν ἐν ἐγκωμίοις, τὸ δ’ ἀρὰς τοῖς φαύλοις τίθεσθαι δευτέραν τάξιν, τῶν ἐπὶ ταῦτα χειροτονηθέντων —εἰσὶ δὲ οἱ τοῦ γένους ἀρχηγέται δώδεκα ἀριθμῷ, φυλάρχας αὐτοὺς ὀνομάζειν ἔθος —ἓξ μὲν τοὺς ἀμείνους ἔταξεν ἐπὶ τῆς εὐλογίας, Συμεών, Λευί, Ἰούδαν, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν, τοὺς δ’ ἑτέρους ἐπὶ τῆς κατάρας, τόν τε πρῶτον καὶ τὸν ὕστατον τῶν Λείας, Ῥουβὴν καὶ Ζαβουλών, καὶ τοὺς ἐκ τῶν θεραπαινίδων νόθους τέτταρας (Deut. 27, 12. 13).