Ancient Greek · ~1 min
Section 86
Philo Judaeus, De fuga et inventione 86
Not analysed yet
ὅσοι δὲ διαφορὰν ἑκουσίων καὶ ἀκουσίων ἐπαιδεύθησαν καὶ εὔφημον στόμα ἀντὶ κακηγόρου γλώττης ἔλαχον, κατορθοῦντες μὲν ἐπαινετοί, σφαλλόμενοι δὲ μὴ κατὰ γνώμην οὐ πάνυ ψεκτοί· διὸ καὶ πόλεις αὐτοῖς εἰς καταφυγὴν ἀπεκρίθησαν (Num. 35).