Ancient Greek · ~2 min
Section 87
Philo Judaeus, De fuga et inventione 87
Not analysed yet
ἄξιον δὲ τῶν περὶ τὸν τόπον αὐτὰ τὰ ἀναγκαῖα μάλιστα ἀκριβῶσαι. ἔστι δ’ ἀριθμῷ τέτταρα· ἓν μέν, διὰ τί οὐκ ἐξ ὧν αἱ ἄλλαι φυλαὶ πόλεων ἔλαχον, ἀλλ’ ἐξ ὧν ἡ Λευιτικὴ μόνη, φυγάσι πόλεις ἀπεκρίθησαν· δεύτερον δέ, διὰ τί ἓξ ἀριθμῷ καὶ οὔτε πλείους οὔτε ἐλάττους· τρίτον, τί δήποτε τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, αἱ δ’ ἕτεραι ἐν τῇ Χαναναίων γῇ· τέταρτον, διὰ τί προθεσμία τοῖς φυγάσιν ὥρισται τοῦ κατελθεῖν ὁ τοῦ ἀρχιερέως θάνατος.