Ancient Greek · ~1 min
Section 88
Philo Judaeus, De fuga et inventione 88
Not analysed yet
λεκτέον οὖν περὶ ἑκάστου τὰ ἁρμόττοντα, ἀρχὴν ἀπὸ τοῦ πρώτου λαβόντας. εἰς τὰς ἀπονεμηθείσας Λευίταις μόνοις πόλεις φεύγειν διείρηται πάνυ προσηκόντως· καὶ γὰρ οἱ Λευῖται τρόπον τινὰ φυγάδες εἰσίν, ἕνεκα ἀρεσκείας θεοῦ γονεῖς καὶ τέκνα καὶ ἀδελφοὺς καὶ πᾶσαν τὴν θνητὴν συγγένειαν ἀπολελοιπότες.