Ancient Greek · ~2 min
Section 90
Philo Judaeus, De fuga et inventione 90
Not analysed yet
ἆρ’ οὖν διὰ τοῦτο μόνον ἢ καὶ δι’ ἐκεῖνο, ὅτι ἡ τῶν νεωκόρων Λευιτικὴ φυλὴ τοὺς θεοπλαστήσαντας τὸν χρυσοῦν μόσχον, τὸν Αἰγυπτιακὸν τῦφον, ἡβηδὸν ἐξ ἐπιδρομῆς κατέκτειναν, ὀργῇ δικαίᾳ σὺν ἐνθουσιασμῷ καί τινι κατοκωχῇ θεοφορήτῳ χρησάμενοι; „καὶ κτείνει ἕκαστος ἀδελφὸν καὶ πλησίον καὶ τὸν ἔγγιστα“ (Exod. 32,27), ἀδελφὸν μὲν ψυχῆς τὸ σῶμα, τὸ δὲ λογικοῦ πλησίον τὸ ἄλογον, τὸν δὲ ἔγγιστα νοῦ τὸν προφορικὸν λόγον.