Ancient Greek · ~2 min
Section 91
Philo Judaeus, De fuga et inventione 91
Not analysed yet
οὕτως γὰρ ἂν μόνως θεραπευτικὸν γένοιτο τοῦ τῶν ὄντων ἀρίστου τὸ ἐν ἡμῖν αὐτοῖς ἄριστον, πρῶτον μὲν εἰ ἀναλυθείη ὁ ἄνθρωπος εἰς ψυχήν, διαζευχθέντος καὶ διακοπέντος αὐτῷ τοῦ ἀδελφοῦ σώματος καὶ τῶν ἀνηνύτων ἐπιθυμιῶν· εἶτα τῆς ψυχῆς ἀποβαλούσης, ὡς ἔφην, τὸ πλησίον τοῦ λογικοῦ, τὸ ἄλογον —καὶ γὰρ αὐτὸ χειμάρρου τρόπον πενταχῇ σχιζόμενον διὰ πασῶν τῶν αἰσθήσεων οἷα δεξαμενῶν τὴν τῶν παθῶν ἀνεγείρει φοράν —·