Ancient Greek · ~1 min
Section 93
Philo Judaeus, De fuga et inventione 93
Not analysed yet
ὅτι ἡ Λευιτικὴ φυλὴ νεωκόρων καὶ ἱερέων ἐστίν, οἷς ἡ τῶν ἁγίων ἀνάκειται λειτουργία· λειτουργοῦσι δὲ καὶ οἱ τὸν ἀκούσιον φόνον δρῶντες, εἴ γε κατὰ Μωυσῆν "ὁ θεὸς παραδίδωσιν εἰς τὰς χεῖρας αὐτῶν“ (Exod. 21, 13) τοὺς θανάτου ἄξια εἰργασμένους πρὸς ἀναίρεσιν. ἀλλ’ οἱ μὲν ἐτάχθησαν ἐπὶ τῷ τοὺς ἀγαθοὺς σεμνύνειν, οἱ δ’ ἐπὶ τῷ τοὺς ὑπαιτίους