Ancient Greek · ~1 min
Section 92
Philo Judaeus, De fuga et inventione 92
Not analysed yet
εἶθ’ ἑξῆς τοῦ λογισμοῦ διοικίσαντος καὶ διαζεύξαντος τὸν ἐγγυτάτω δοκοῦντα εἶναι, τὸν προφορικὸν λόγον, ἵν’ ὁ κατὰ διάνοιαν ἀπολειφθῇ μόνος, ἔρημος σώματος, ἔρημος αἰσθήσεως, ἔρημος γεγωνοῦ λόγου προφορᾶς· ἀπολειφθεὶς γάρ, τῇ κατὰ τὴν μόνωσιν διαίτῃ χρώμενος, τὸ μόνον ὂν καθαρῶς καὶ ἀμεθέλκτως ἀσπάσεται. πρός γε μὴν τοῖς εἰρημένοις κἀκεῖνο ὑπομνηστέον,