Ancient Greek · ~2 min
Section 97
Philo Judaeus, De fuga et inventione 97
Not analysed yet
προτρέπει δὴ τὸν μὲν ὠκυδρομεῖν ἱκανὸν συντείνειν ἀπνευστὶ πρὸς τὸν ἀνωτάτω λόγον θεῖον, ὃς σοφίας ἐστὶ πηγή, ἵνα ἀρυσάμενος τοῦ νάματος ἀντὶ θανάτου ζωὴν ἀίδιον ἆθλον εὕρηται· τὸν δὲ μὴ οὕτως ταχὺν ἐπὶ τὴν ποιητικὴν καταφεύγειν δύναμιν, ἣν Μωυσῆς ὀνομάζει θεόν, ἐπειδὴ δι’ αὐτῆς ἐτέθη καὶ διεκοσμήθη τὰ σύμπαντα —τῷ γὰρ ὅτι γέγονε τὸ πᾶν καταλαβόντι μεγάλου κτῆσις ἀγαθοῦ περιγίνεται, ἡ τοῦ πεποιηκότος ἐπιστήμη, ἡ δ’ εὐθὺς ἀναπείθει τὸ γενόμενον ἐρᾶν τοῦ φυτεύσαντος —·