Ancient Greek · ~1 min
Section 98
Philo Judaeus, De fuga et inventione 98
Not analysed yet
τὸν δὲ μὴ οὕτως ἕτοιμον ἐπὶ τὴν βασιλικήν —φόβῳ γὰρ ἄρχοντος τὸ ὑπήκοον, εἰ καὶ μὴ εὐνοίᾳ πατρὸς τὸ ἔκγονον, ἀνάγκῃ σωφρονιζούσῃ νουθετεῖται —· τῷ δὲ μὴ φθάνοντι πρὸς τοὺς λεχθέντας ὅρους ὡς μακρὰν διεστῶτας ἀφικνεῖσθαι καμπτῆρες εἴσω πεπήγασιν ἕτεροι δυνάμεων ἀναγκαίων, τῆς ἵλεω, τῆς προσταττούσης ἃ δεῖ, τῆς ἀπαγορευούσης ἃ μὴ δεῖ.