Ancient Greek
Section 61
Philo Judaeus, De gigantibus 61
Not analysed yet
θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ.