Ancient Greek
Section 62
Philo Judaeus, De gigantibus 62
Not analysed yet
ὁ γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇ τε καὶ δόξῃ, πρὶν μετονομασθῆναι, καλούμενος Ἀβρὰμ ἦν ἄνθρωπος οὐρανοῦ τήν τε μετάρσιον καὶ τὴν αἰθέριον φύσιν ἐρευνῶν καὶ τά τε συμβαίνοντα καὶ τὰς αἰτίας καὶ εἴ τι ἄλλο ὁμοιότροπον φιλοσοφῶν—οὗ χάριν καὶ προσρήσεως οἷς ἐπετήδευσεν ἔτυχεν οἰκείας· Ἀβρὰμ γὰρ ἑρμηνευθεὶς πατήρ ἐστι μετέωρος, ὄνομα τοῦ τὰ μετέωρα καὶ ἐπουράνια περισκοπουμένου πάντα πάντῃ νοῦ πατρός, πατὴρ δὲ τοῦ συγκρίματος ὁ νοῦς ἐστιν ὁ ἄχρις αἰθέρος καὶ ἔτι περαιτέρω μηκυνόμενος —·