Ancient Greek
Section 188
Philo Judaeus, De Josepho 188
Not analysed yet
ὁ δὲ πρεσβύτατος „εἰς ὁμηρείαν“ ἔφη "σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα· τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν, ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι. “