Ancient Greek
Section 189
Philo Judaeus, De Josepho 189
Not analysed yet
σφόδρα δ’ ἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν ἤδη τέθνηκεν, ὁ δ’ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν —ἦν δὲ καθ’ ἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτος —προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν.