Ancient Greek
Section 92
Philo Judaeus, De Josepho 92
Not analysed yet
ὁ δὲ μικρὸν ἐπισχὼν „εὐτυχίαν“ εἶπεν „ἡ φαντασία σοι καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθ’ ἃς ὑπομνησθήσεταί σου ὁ βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ. “καὶ ὁ μὲν ἐγεγήθει ταῦτ’