Ancient Greek
Section 93
Philo Judaeus, De Josepho 93
Not analysed yet
ἀκούσας. ὁ δ’ ἀρχισιτοποιὸς ἀποδεξάμενος τὴν διάκρισιν, ὡς καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδών —ἦν δ’ οὐ μετρίως παλίμφημον —,ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δ’ ἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέα —ποικίλας δ’ εἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας —,ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι, μέχρις οὗ πάντ’ ἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι. “