Ancient Greek · ~1 min
Section 15
Philo Judaeus, De migratione Abrahami 15
Not analysed yet
τούτους μὲν οὖν στενάξαντας καὶ πολλὰ ἐκδακρύσαντας τὴν σωματικὴν εὐθηνίαν καὶ τὰς τῶν ἐκτὸς ἀφθόνους περιουσίας —λέγεται γὰρ ὅτι „ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων“ (Exod. 2, 23) —ὑφηγησαμένου τοῦ ἵλεω θεοῦ τὰ περὶ τὴν ἔξοδον ὁ προφήτης αὐτοῦ ῥύεται.